Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.561 Joseph. BJ 5.568 (English) >>Joseph. BJ 5.572

5.566οὐκ ἂν ὑποστειλαίμην εἰπεῖν μοι κελεύει τὸ πάθος· οἶμαι Ῥωμαίων βραδυνόντων ἐπὶ τοὺς ἀλιτηρίους καταποθῆναι ἂν ὑπὸ χάσματος κατακλυσθῆναι τὴν πόλιν τοὺς τῆς Σοδομηνῆς μεταλαβεῖν κεραυνούς· πολὺ γὰρ τῶν ταῦτα παθόντων ἤνεγκε γενεὰν ἀθεωτέραν· τῇ γοῦν τούτων ἀπονοίᾳ πᾶς λαὸς συναπώλετο.

-- --

5.567

Καὶ τί δεῖ κατὰ μέρος ἐκδιηγεῖσθαι τὰς συμφοράς; ἀλλὰ πρὸς Τίτον ἐν ταύταις ταῖς ἡμέραις Μαννέος Λαζάρου φυγὼν διὰ μιᾶς ἔλεγεν ἐκκεκομίσθαι πύλης, ἣν αὐτὸς ἐπεπίστευτο, μυριάδας ἕνδεκα νεκρῶν ἐπὶ πεντακισχιλίοις ὀκτακοσίοις ὀγδοήκοντα, ἀφʼ ἧς αὐτοῖς ἡμέρας παρεστρατοπεδεύσατο τεσσαρεσκαιδεκάτῃ Ξανθικοῦ μηνὸς ἄχρι Πανέμου νουμηνίας. 5.568τοῦτο δʼ ἦν πλῆθος ἀπόρων· καὶ οὐδὲ αὐτὸς ἐφεστώς, ἀλλὰ δημοσίᾳ μισθὸν διδοὺς ἐξ ἀνάγκης ἠρίθμει. τοὺς δὲ λοιποὺς οἱ προσήκοντες ἔθαπτον· ταφὴ δʼ ἦν τὸ προκομίσαντας ἐκ τοῦ ἄστεος ῥῖψαι. 5.569μετὰ δὲ τοῦτον διαδράντες πολλοὶ τῶν ἐπισήμων τὰς πάσας τῶν ἀπόρων νεκρῶν ἀπήγγελλον μυριάδας ἑξήκοντα διὰ τῶν πυλῶν ἐκριφῆναι, τῶν δʼ ἄλλων ἀνεξερεύνητον εἶναι τὸν ἀριθμόν. 5.570μηκέτι δʼ εὐτονούντων τοὺς πτωχοὺς ἐκφέρειν ἔλεγον συσσωρεύοντας εἰς τοὺς μεγίστους οἴκους τὰ πτώματα ἀποκλείειν. 5.571καὶ τοῦ μὲν σίτου τὸ μέτρον πραθῆναι ταλάντου, μετὰ ταῦτα δʼ ὡς οὐδὲ ποηλογεῖν ἔθʼ οἷόν τʼ ἦν περιτειχισθείσης τῆς πόλεως, προελθεῖν τινας εἰς τοσοῦτον ἀνάγκης, ὥστε τὰς ἀμάρας ἐρευνῶντας καὶ παλαιὸν ὄνθον βοῶν προσφέρεσθαι τὰ ἐκ τούτων σκύβαλα, καὶ τὸ μηδʼ ὄψει φορητὸν πάλαι τότε γενέσθαι τροφήν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.561 Joseph. BJ 5.568 (English) >>Joseph. BJ 5.572

Powered by PhiloLogic